Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.246 Joseph. AJ 6.250 (English) >>Joseph. AJ 6.254

6.248θαρρήσας δὲ ὡς καὶ χειρὸς αὐτῷ καὶ συνεργίας ἤδη γεγενημένης ἀπάρας ἐκεῖθεν ἀφικνεῖται πρὸς τὸν τῶν Μωαβιτῶν βασιλέα, καὶ τοὺς γονεῖς αὐτοῦ εἰς τὴν ἑαυτοῦ χώραν προσδεξάμενον ἕως οὗ ἐπὶ τὸ καθʼ αὑτὸν τέλος ἔχειν παρεκάλει· κατανεύσαντος δʼ αὐτοῦ τὴν χάριν καὶ πάσης τοὺς γονεῖς τοῦ Δαυίδου τιμὴς παρʼ ὃν ἐτύγχανον παρʼ αὐτῷ χρόνον ἀξιώσαντος 6.249 αὐτὸς τοῦ προφήτου κελεύσαντος αὐτὸν τὴν μὲν ἐρημίαν ἐκλιπεῖν, πορευθέντα δʼ εἰς τὴν κληρουχίαν τῆς Ἰούδα φυλῆς ἐν αὐτῇ διάγειν πείθεται καὶ παραγενόμενος εἰς Σάριν πόλιν ἐν αὐτῇ κατέμενε. 6.250Σαοῦλος δʼ ἀκούσας ὅτι μετὰ πλήθους ὀφθείη Δαυίδης οὐκ εἰς τυχόντα θόρυβον καὶ ταραχὴν ἐνέπεσεν, ἀλλʼ εἰδὼς τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὴν εὐτολμίαν οὐδὲν ἐξ αὐτοῦ μικρὸν ἀνακύψειν ἔργον ἐφʼ οὗ κλαύσεσθαι πάντως καὶ πονήσειν ὑπενόησε. 6.251καὶ συγκαλέσας τοὺς φίλους καὶ τοὺς ἡγεμόνας καὶ τὴν φυλὴν ἐξ ἧς αὐτὸς ἦν πρὸς αὑτὸν ἐπὶ τὸν βουνὸν οὗ τὸ βασίλειον εἶχε, καὶ καθίσας ἐπʼ Ἀρούρης, τόπος ἦν τις τιμῆς, πολιτικῆς περὶ αὐτὸν οὔσης τάξεως σωματοφυλάκων λέγει πρὸς αὐτούς· “ἄνδρες ὁμόφυλοι, μέμνησθε μὲν οἶδʼ ὅτι τῶν ἐμῶν εὐεργεσιῶν, ὅτι καὶ ἀγρῶν τινας ἐποίησα δεσπότας καὶ τιμῶν τῶν ἐν τῷ πλήθει καὶ τάξεων ἠξίωσα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.246 Joseph. AJ 6.250 (English) >>Joseph. AJ 6.254

Powered by PhiloLogic